Ἀντίφωνον.
Χαῖρε βασίλισσα, μῆτερ ἐλέους, ζωή, γλυκύτης, καὶ ἐλπὶς ἡμῶν, χαῖρε. Πρὸς σὲ βοῶμεν οἱ τῆς Εὔας ἐξόριστοι παῖδες. Πρὸς σὲ ἀτενίζομεν στενάζοντες καὶ θρηνοῦντες ἐν τῇδε τῇ τοῦ κλαυθμῶνος κοιλάδι. Ἄγε δὴ συνήγορε ἡμῶν, τοὺς εὐσπλάγχνους σου ὀφθαλμοὺς ἐφ’ ἡμᾶς ἐπίστρεψον, καὶ Ἰησοῦν τὸν εὐλογημένον καρπὸν τῆς κοιλίας σου μετὰ τὴν ὑπερορίαν ταύτην ἡμῖν ἀνάδειξον. Ὦ ἐπιεικὲς, ὦ εὔσπλαγχνε, ὦ ἡδεῖα παρθένε Μαρία.
Στ. Εὔχου ὑπὲρ ἡμῶν Θεοτόκε ὑπεραγία.
Ἀποκρ. Ὅπως ἀξιωθῶμεν τῶν ἐπαγγελιῶν τοῦ Χριστοῦ.
Εὐχώμεθα.
Παντοκράτορ ἀΐδιε Θεέ, ὁ τῆς ἐνδόξου παρθενομήτορος Μαρίας σῶμά τε καὶ ψυχήν, ὡστ’ ἐπάξιον τοῦ υἱοῦ σου κατασκήνωμα γενέσθαι, συνεργίᾳ τοῦ ἁγίου πνεύματος προετοίμασας, παράσχου ἵνα ἧς τῇ μνήμῃ χαίρομεν, ταύτης τῇ εὐσπλάγχνῳ μεσιτείᾳ ἀπὸ τῶν ἐπικειμένων δεινῶν καὶ τοῦ αἰωνίου θανάτου ῥυσθῶμεν, δι’αὐτοῦ Χριστοῦ τοῦ κυρίου ἡμῶν.
Στ. Ἡ θεία βοήθεια διαμενέτω ἀεὶ μεθ’ ἡμῶν.
Ἀποκρ. Ἀμήν.